ΕΥΧΗ: ΕΙΣ ΤΟΝ ΑΓΓΕΛΟΝ ΦΥΛΑΚΑ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΖΩΗΣ...

2021-04-14

             Ἅγιε Ἄγγελε, ὁ ἐφεστώς τῆς ἀθλίας ψυχῆς μου καί ταλαιπώρου μου ζωῆς, μή ἐγκανταλίπῃς με τόν ἁμαρτωλόν, μηδέ ἀποστῇς ἀπ' ἐμοῦ διά τήν ἀκρασίαν μου` μή δώης χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος` κράτησον τῆς ἀθλίας καί παρειμένης χειρός μου, καό ὁδήγησόν με εἰς ὁδόν σωτηρίας. Ναί, ἁγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καί σκεπαστής τῆς ἀθλίας μου ψυχῆς; καί τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τάς ἡμέρας τῆς ζωῆς μου, καί εἴ τι ἥμαρτον τήν σήμερον ἡμέραν` σκέπασόν μοι ἐν τῇ παρούσῃ νυκτί καί διαφύλαξον με ἀπό πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μή ἔν τινι ἁμαρτήματι παροργίσω τόν Θεόν` καί πρέσβευε ὑπέρ ἐμοῦ πρός τόν Κύριον, τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καί ἄξιον ἀναδεῖξαί με δοῦλον τπης αὐτοῦ ἀγαθότητος. Ἀμήν.